“Άγιος Λάζαρος ο εκ Τριπόλεως Πελοποννήσου ο Νέος Ιερομάρτυρας” Εορτάζει στις 23 Φεβρουαρίου εκάστου έτους.

Ὁ Οἶκος
Ὁ εὐσεβείας ἐραστής καὶ κῆρυξ διαπρύσιος, ὁ πάντων καταφρονήσας τῶν δεσμῶν, τῶν μαστίγων, τῶν ἀπειλῶν, τοῦ πυρός, ὑπὲρ τῆς τοῦ Χριστοῦ ἀγάπης, ἀδελφοί, θεῖος τῶν Ἱερομαρτύρων Λάζαρος, σήμερον προσκαλεῖται ἡμᾶς πανδαισίαν συστησάμενος, τρανῶς ἀνακηρύττων τὴν Ἁγίαν Τριάδα, Θεὸν εἶναι, τυράννων καὶ κρατούντων ἐνώπιον· ἐν ᾧ ὑπάρχει τὸ στήριγμα.

Κάθισμα
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μετὰ τὴν α΄ Στιχολογίαν,
Ἱερέα τὸν Λάζαρον εὐφημήσωμεν, τὸν διαυγέστατον πάντως, ἐν εὐσεβείᾳ ἡμῶν, ἀνδρικώτατα σαφῶς καὶ ὑπὲρ ἄνθρωπον, τέλος καθεῖλε τὸν ἐχθρόν, ἐπελθόντα καθ’ ἡμῶν, καὶ θάνατον ἐνεγκόντα· καὶ γὰρ ἤγειρε τοὺς ἐν πίστει, ἐν τῇ ἐνδόξῳ μαρτυρίᾳ αὐτοῦ.

Έτερον Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Μετὰ τὴν β΄ Στιχολογίαν,
Ὡς τρεῖς εἰς βρέμον πῦρ, Παῖδες ἐν Βαβυλῶνι, κατέσβεσας ὁρμήν, τῆς φλογὸς ὀχετοῖς σου, αἱμάτων νεόαθλε, ἐν Τριπόλει πανένδοξε, Μάρτυς Λάζαρε, χοροῦ σεπτῶν Ἱερέων, ὁ αἰδέσιμος, καὶ θείας πίστεως γέρας, Χριστοῦ πολυτίμητον.

Έτερον Κάθισμα
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Μετὰ τὸν Πολυέλεον,
Λαμπρῶς γεραίροντες, τὰς ἀριστείας σου, στεῤῥάν σου ἔνστασιν, δεσμὰ καὶ ἅλυσιν, καὶ ἀλγηδόνας ἐν πυρί, ἐκκαύσεως σῆς τιμίας, Μάρτυς ἱερόαθλε, καὶ καλλίνικε Λάζαρε, κλέϊσμα Τριπόλεως, καὶ Χριστοῦ θείας πίστεως, κοσμῆτορ νέε, σοῦ ἐκζητοῦμεν, θείας λιτὰς πρὸς τὸν Σωτῆρα.

Έτερον Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῶν Ἁγίων ὁ χορός, τὸν σὸν ἀγῶνα θεωρῶν, ὡς νικήσαντα λαμπρῶς, τὴν τῶν δαιμόνων στρατιάν, ἐν τῇ λαμπρᾷ τε καὶ θείᾳ σου καρτερίᾳ· ὅτε τὰς βασάνους ὑπέμεινας, ὅλος εὐφροσύνης πεπλήρωται, καὶ μαρτυρεῖ ἡ φαῦσις κατελθοῦσα, τρισὶ νυξὶ διαυγάζουσα· θεόθεν ἦλθε, καὶ μετὰ τοῦτο, πάλιν δὴ ἐπανῆλθεν.

Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α΄.
Δεῦτε, Ἀρκάδων φιλεόρτων ὁ δῆμος καὶ φιλομαρτύρων Πελοποννησίων ἡ ὁμήγυρις, συνελθόντες σήμερον, πνευματικοῖς ἐν ᾄσμασι τιμήσωμεν, Λάζαρον τὸν νεολαμπῆ καὶ ἀήττητον Ἱερομάρτυρα· οὗτος γὰρ ἐν τοῖς ἐσχάτοις χρόνοις, θριαμβεύσας τῆς Ἄγαρ τὰ ἔκγονα, καὶ σβέσας δύναμιν πυρός, αὐτοῦ αἱμάτων ῥείθροις, μαρτυρικῶν ἠξιώθη στεφάνων· καὶ νῦν Χριστῷ συναγαλλόμενος, καὶ Ἀγγέλων συγχορεύων δήμοις, ἀσιγήτως πρεσβεύει, ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὸ μαρτύριον.

Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β΄.
Μαντινείας τὸ ἱερώτατον βλάστημα, καὶ εὐσεβείας τὴν εὐθυτενῆ κυπάρισσον, Λάζαρον τὸν νέον Ἱερομάρτυρα, ὡς πίστεως ἀδιάσειστον θεμέλιον, τιμήσωμεν ἐν κατανύξει ψυχῆς αὐτῷ βοῶντες· ὁ τοῦ μαρτυρίου ὁμόζηλος τῶν Τριῶν ἐν καμίνῳ Παίδων, καὶ τῶν πάλαι Μαρτύρων ἰσοστάσιος καὶ ἰσότιμος, μὴ διαλίπῃς Χριστὸν ἡμῖν ἰλεούμενος, τοῖς ἑορτάζουσι πίστει τὴν θείαν σου ἄθλησιν.

Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος γ΄.
Δεῦτε πιστοί, Λάζαρον τὸν Νέον Ἱερομάρτυρα, οὗ θεῖον φῶς κατηύγασεν αὐτοῦ τὸ μαρτυρικὸν σκῆνος, μελιῤῥύτοις ἐν ὕμνοις μακαρίσωμεν· οὗτος γὰρ διασκεδάσας τὴν σκοτόμαιναν, τῆς τῶν ἀπίστων ἀπάτης, φωτὶ τῆς αὐτοῦ εὐσεβείας καὶ χριστομιμήτου πολιτείας, κατεφώτισε χριστωνύμων τοὺς δήμους· διὸ καὶ οὐρανοπολίτης γενόμενος, χάριν εἴληφε Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων ἐκθύμως αὐτοῦ τὸ μαρτύριον.

Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος δ΄.
Μαρτύρων τῶν πάλαι ἀκολουθήσας τρίβοις, δεσμὰ καὶ ἅλυσιν καὶ πυρὸς ὑπέμεινας τὴν ἔκκαυσιν, ἀνδρικῷ φρονήματι ἐν ἐσχάτοις χρόνοις, ἱερόαθλε Λάζαρε· ὅθεν τῆς θείας αἴγλης ἀπολαύων ἐν οὐρανίοις σκηνώμασι, καὶ Ἀθλοφόρων συγχορεύων τάγμασι, μὴ διαλίπῃς Κυρίου δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν θείαν σου ἄθλησιν.

Δημοσίευση

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *