Εορτολόγιο

Ευαγγελιον 15 Ιανουαρίου “Παύλου ὁσίου τοῦ Θηβαίου καὶ Ἰωάννου τοῦ καλυβίτου”. Γερασίμου (Παλλαδᾶ) πατριάρχου Ἀλεξανδρείας.

Απόστολος

Αρχαίο Κείμενο

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Ε´ 1 – 8

1 Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. 3 πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, 4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. 5 τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. 6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. 8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε·

Ευαγγέλιον

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 15 – 22

15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· 17 εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ· 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν αὐτῷ· Καίσαρος· τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

Ερμηνευτική Απόδοση

Απόστολος

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ Ε´ 1 – 8

1 Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. 3 πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, 4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. 5 τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. 6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. 8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε·

Ευαγγέλιον

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 15 – 22

15 Τοτε έφυγαν οι Φαρισαίοι και έκαμαν συμβούλιον και απεφάσισαν να παγιδεύσουν τον Ιησούν με συζήτησιν, που θα άνοιγαν μαζή του. 16 Και στέλνουν εις αυτόν τους μαθητάς των μαζή με τους οπαδούς του Ηρώδου, που ήσαν φίλοι των κατακτητών Ρωμαίων, και του είπαν· “διδάκαλε, γνωρίζομεν καλά ότι είσαι φιλαλήθης και ειλικρινής και ότι τον δρόμον του Θεού με κάθεν αλήθειαν διδάσκεις και δεν σε μέλει για τίποτε, διότι δεν αποβλέπεις, πως να φανής ευχάριστος στους ανθρώπους· 17 Πες μας λοιπόν, τι γνώμην έχεις; Επιτρέπεται να πληρώνωμεν φόρον στον Καίσαρα η όχι;” (Η ερώτησις ήτο δολία και πανούργος, διότι εάν έλεγε “ναι” ο Κυριος, θα τον κατήγγελλαν στον λαόν ότι ευνοεί την τυραννικήν κατοχήν των Ρωμαίων· εάν έλεγε “όχι”, θα τον κατήγγελλαν στους Ρωμαίους ως επαναστάτην και εχθρόν του Καίσαρος). 18 Αλλ’ ο Ιησούς κατενόησεν αμέσως την πονηρία των και είπε· “διατί με πειράζετε υποκριταί; 19 Δείξτε μου το νόμισμα που πληρώνετε ως φόρον”. Εκείνοι δε του έφεραν ένα δηνάριον. 20 Και λέγει εις αυτούς· “Τινος είναι η εικών αυτή και η επιγραφή;” 21 Απήντησαν εις αυτόν· “του Καίσαρος”. Τοτε τους λέγεις· “δώστε, λοιπόν, πίσω στον Καίσαρα, αυτά που ανήκουν στον Καίσαρα, και στον Θεόν, αυτά που ανήκουν στον Θεόν” 22 Και ακούσαντες έμειναν κατάπληκτοι· άφησαν αυτόν και απήλθαν, χωρίς να τολμήσουν να συνεχίσουν την ζυζήτησιν.

Ερμηνευτική Απόδοση Ι.Θ.Κολιτσάρα

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *




Enter Captcha Here :

Σχετικά άρθρα

Back to top button